Ο Ιερεύς Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν. (Ψαλμός ρμβ' (142)). ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. 10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 11 ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· 12 καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου. Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού. Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς. Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Ήχος δ' Ο υψωθείς εν τώ Σταυρώ. Τη Θεοτόκω εκτενώς νύν προσδράμωμεν, αμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν εν μετανοία, κράζοντες εκ βάθους ψυχής, Δέσποινα, βοήθησον εφ' ημίν σπλαγχνισθείσα, σπεύσον, απολλύμεθα υπό πλήθους πταισμάτων, μή αποστρέψης σούς δούλους κενούς, σέ γάρ καί μόνην ελπίδα κεκτήμεθα.
Δόξα... Καί νύν...Ου σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλείν οι ανάξιοι ειμή γάρ σύ προϊστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σού, σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών. Ψαλμός ν' (50)ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· 4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. 6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 9 ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 10 ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 13 μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 15 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 16 ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 17 Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 18 ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 19 θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. 20 ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· 21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Υπεραγία Θεοτόκε, σώσον ημάς.Των λυπηρών επαγωγαί χειμάζουσι την ταπεινήν μου ψυχήν, και συμφορών νέφη, την εμήν καλύπτουσι, καρδίαν Θεονύμφευτε• αλλ' η φως τετοκυία, το θείον και προαιώνιον, λάμψον μοι το φως το χαρμόσυνον.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Εξ αμετρήτων αναγκών και θλίψεων, και εξ εχθρών δυσμενών, και συμφορών βίου, λυτρωθείς Πανάχραντε, τη κραταιά δυνάμει σου, ανυμνώ μεγαλύνω, την άμετρόν σου συμπάθειαν, και την εις εμέ σου παράκλησιν.
Δόξα...Νυν πεποιθώς επί την σην κατέφυγον, αντίληψιν κραταιάν, και προς την σην σκέπην, ολοψύχως έδραμον, και γόνυ κλίνω Δέσποινα, και θρηνώ και στενάζω, μη με παρίδης τον άθλιον, των Χριστιανών καταφύγιον.
Καί νύν...Ου σιωπήσω του βοάν τρανώτατα, τα μεγαλεία τα σα, ειμή γαρ συ Κόρη, πάντοτε προΐστασο, υπέρ εμού πρεσβεύουσα, τω Υιώ και Θεώ σου, τις εκ τοσούτου με κλύδωνος, και δεινών κινδύνων ερρύσατο.
Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.
Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Απορήσας εκ πάντων, οδυνηρώς κράζω σοι• πρόφθασον θερμή προστασία, και σην βοήθειαν, δός μοι τω δούλω σου, τω ταπεινώ και αθλίω, τω την σην αντίληψιν, επιζητούντι θερμώς.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Εθαυμάστωσας όντως, νυν επ' εμοί Δέσποινα, τας ευεργεσίας σου Κόρη, και τα ελέη σου• όθεν δοξάζω σε, και ανυμνώ και γεραίρω, την πολλήν και άμετρον, κηδεμονίαν σου.
Δόξα...Καταιγίς με χειμάζει, των συμφορών Δέσποινα, και των λυπηρών τρικυμίαι, καταποντίζουσιν• αλλά προφθάσασα, χείρα μοι δος βοηθείας, η θερμή αντίληψις, και προστασία μου.
Καί νύν....Αληθη Θεοτόκον, ομολογώ Δέσποινα, σε την του θανάτου το κράτος, εξαφανίσασαν• ως γαρ φυσίζωος, εκ των δεσμών των του άδου, προς ζωήν ανήγαγες, εις γην με ρεύσαντα.
Διάσωσον από κινδύνων τους δούλους σου Θεοτόκε, ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.
Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.
Ο ΙΕΡΕΥΣ… Κύριε ελέησον (3)…ΑΜΗΝ.
Κάθισμα Ήχος β'.Τά άνω ζητών. Πρεσβεία θερμή, καί τείχος απροσμάχητον, ελέους πηγή, τού κόσμου καταφύγιον, εκτενώς βοώμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καί εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Και πού λοιπόν, άλλην ευρήσω αντίληψιν; πού προσφύγω; πού δε και σωθήσομαι; τίνα θερμήν έξω βοηθόν, θλίψεσι του βίου και ζάλαις οίμοι! κλονούμενος; Εις σε μόνην ελπίζω, και θαρρώ και καυχώμαι, και προστρέχω τη σκέπη σου• σώσον με.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Τον ποταμόν, τον γλυκερόν του ελέους σου, τον πλουσίαις δωρεαίς δροσίσαντα, την παναθλίαν και ταπεινήν, πάναγνε ψυχήν μου, των συμφορών και των θλίψεων, καμίνω φλογισθείσαν, μεγαλύνω κηρύττω, και προστρέχω τη σκέπη σου• σώσον με.
Δόξα...Σε την αγνήν, σε την Παρθένον και άσπιλον, μόνην φέρω, τείχος απροσμάχητον, καταφυγήν σκέπην κραταιάν, όπλον σωτηρίας• μη με παρίδης τον άσωτον, ελπίς απηλπισμένων, ασθενών συμμαχία, θλιβομένων χαρά και αντίληψις.
Καί νύν...Πώς εξειπείν, σου κατ' αξίαν δυνήσομαι, τους αμέτρους, οικτιρμούς ω Δέσποινα, τους την εμήν πάντοτε ψυχήν, δεινώς πυρουμένην, ως ύδωρ περιδροσίσαντας; Αλλ' ω της σης προνοίας, και της ευεργεσίας, ης αφθόνως αυτός παραπήλαυσα!
Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.
Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Ευχαρίστως βοώ σοι• χαίρε Μητροπάρθενε, χαίρε Θεόνυμφε• χαίρε θεία σκέπη, χαίρε όπλον και τείχος απόρθητον• χαίρε προστασία, και βοηθέ και σωτηρία, των εις σε προστρεχόντων εκ πίστεως.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Οι μισούντες με μάτην, βέλεμνα και ξίφη και λάκκον ηυτρέπισαν, και επιζητούσι, το πανάθλιον σώμα σπαράξαι μου, και καταβιβάσαι, προς γην Αγνή επιζητούσιν• αλλ' εκ τούτων προφθάσασα σώσον με.
Δόξα...Από πάσης ανάγκης, θλίψεως και νόσου και βλάβης με λύτρωσαι, και τη ση δυνάμει, εν τη σκέπη σου φύλαξον άτρωτον, εκ παντός κινδύνου, και εξ εχθρών των πολεμούντων, και μισούντων με Κόρη πανύμνητε.
Καί νύν...Τί σοι δώρον προσάξω, της ευχαριστίας ανθ' ώνπερ απήλαυσα, των σων δωρημάτων, και της σης αμετρήτου χρηστότητος; Τοιγαρούν δοξάζω, υμνολογώ και μεγαλύνω, σου την άμετρον προς με συμπάθειαν.
Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.
Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Τα νέφη, των λυπηρών εκάλυψαν, την αθλίαν μου ψυχήν και καρδίαν, και σκοτασμόν εμποιούσι μοι Κόρη• αλλ' η γεννήσασα φως το απρόσιτον, απέλασον ταύτα μακράν, τη εμπνεύσει της θείας πρεσβείας σου.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Παράκλησιν, εν ταις θλίψεσιν οίδα, και των νόσων ιατρόν σε γινώσκω, και παντελή συντριμμόν του θανάτου, και ποταμόν της ζωής ανεξάντλητον, και πάντων των εν συμφοραίς, ταχινήν και οξείαν αντίληψιν.
Δόξα...Ου κρύπτω σου, τον βυθόν του ελέους, και την βρύσιν των απείρων θαυμάτων, και την πηγήν την αέναον όντως, της προς εμέ συμπαθείας σου Δέσποινα, αλλ' άπασιν ομολογώ, και βοώ και κηρύττω και φθέγγομαι.
Καί νύν...Εκύκλωσαν, αι του βίου με ζάλαι, ώσπερ μέλισσαι κηρίον Παρθένε, και την εμήν κατασχούσαι καρδίαν, κατατιτρώσκουσι βέλει των θλίψεων• αλλ' εύροιμί σε βοηθόν, και διώκτην και ρύστην Πανάχραντε.
Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.
Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.
Ο ΙΕΡΕΥΣ… Κύριε ελέησον (3)…ΑΜΗΝ.
Κοντάκιον Ήχος β'.Προστασία τών Χριστιανών ακαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν αμετάθετε, Μή παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ώς αγαθή, εις τήν βοήθειαν ημών, τών πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, καί σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, τών τιμώντων σε.
Προκείμενον. Μνησθήσομαι τού ονόματός σου εν πάση γενεά καί γενεά.(2) Στίχ. Άκουσον, θύγατερ, καί ίδε, καί κλίνον τό ούς σου, καί επιλάθου τού λαού σου, καί τού οίκου τού πατρός σου, καί επιθυμήσει ο Βασιλεύς τού κάλλους σου. Tού ονόματός σου εν πάση γενεά καί γενεά μνησθήσομαι. Ο ΙΕΡΕΥΣ… Κύριε, ελέησον (γ')…. Καί τώ Πνεύματί σου… Δόξα σοι, Κύριε, δόξα σοι.
Τω καιρώ εκείνω, εἰσῆλθεν ο Ιησους εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς.39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ.40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν• ἐπιστᾶσα δὲ εἶπε• Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς• Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά•42 ἑνὸς δέ ἐστι χρεία• Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ• μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας.28 αὐτὸς δὲ εἶπε• μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
Δόξα... Ήχος β'. Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...Ταίς τής Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Στίχ. Ελεήμων, ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Ήχος πλ. β'. Όλην αποΘέμενοι.Μή καταπιστεύσης με, ανθρωπίνη προστασία, Παναγία δέσποινα, αλλά δέξαι δέησιν, τού ικέτου σου, θλίψις γάρ έχει με, φέρειν ου δύναμαι, τών δαιμόνων τά τοξεύματα, σκέπην ου κέκτημαι, ουδέ πού προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, καί παραμυθίαν ουκ έχω πλήν σου, Δέσποινα τού κόσμου, ελπίς καί προστασία τών πιστών, μή μου παρίδης τήν δέησιν, τό συμφέρον ποίησον.
Έτερα Θεοτοκία. Ουδείς προστρέχων επί σοί, κατησχυμένος από σού εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ' αιτείται τήν χάριν, καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τής αιτήσεως.
Μεταβολή τών θλιβομένων, απαλλαγή τών ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν καί λαόν, τών πολεμουμένων η ειρήνη, τών χειμαζομένων η γαλήνη, η μόνη προστασία τών πιστών.
Ο Ιερεύς…ο Χορός. Κύριε, ελέησον (ιβ')…Αμήν.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Φως η τεκούσα Θεοτόκε, σκοτισθέντα με νυκτί αμαρτημάτων, φωταγώγησον συ, φωτός ούσα δοχείον, το καθαρόν και άμωμον, ίνα ποθώ σε δοξάζω.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Σκέπη γενού και προστασία, και αντίληψις και καύχημα Παρθένε, γυμνωθέντι μοι νυν, απάσης βοηθείας, αβοηθήτων δύναμις, και ελπίς απηλπισμένων.
Δόξα...Όλη ψυχή και διανοία, και καρδία σε και χείλεσι δοξάζω, απολαύσας των σων, μεγάλων χαρισμάτων• αλλ' ω της σης χρηστότητος, και απείρων σου θαυμάτων!
Καί νύν...Βλέψον ιλέω όμματί σου, και επίσκεψαι την κάκωσιν ην έχω, και δεινών συμφορών, και βλάβης και κινδύνων, και πειρασμών με λύτρωσαι, αμετρήτω σου ελέει.
Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.
Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Δια σπλάγχνα ελέους σου Παρθένε, μη παρίδης σεμνή, ποντούμενόν με σάλω, βιωτικών κυμάτων, αλλά δίδου μοι χείρα βοηθείας, καταπονουμένω, κακώσεσι του βίου.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Περιστάσεις και θλίψεις και ανάγκαι, εύροσάν με Αγνή, και συμφοραί του βίου, και πειρασμοί με πάντοθεν εκύκλωσαν• αλλά πρόστηθί μοι, και αντιλαβού μου, τη κραταιά σου σκέπη.
Δόξα...Εν ταις ζάλαις εφεύρον σε λιμένα, εν ταις λύπαις χαράν και ευφροσύνην, και εν ταις νόσοις ταχινήν βοήθειαν, και εν τοις κινδύνοις, ρύστιν και προστάτιν, εν τοις πειρατηρίοις.
Καί νύν...Χαίρε θρόνε πυρίμορφε Κυρίου, χαίρε θεία και μανναδόχε στάμνε, χαίρε χρυσή λυχνία, λαμπάς άσβεστος, χαίρε των παρθένων, δόξα και μητέρων, ωράισμα και κλέος.
Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.
Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Προς τίνα καταφύγω άλλην Αγνή; πού προσδράμω λοιπόν και σωθήσομαι; πού πορευθώ; ποίαν δε εφεύρω καταφυγήν; ποίαν θερμήν αντίληψιν; ποίαν εν ταις θλίψεσι βοηθόν; Εις σε μόνην ελπίζω, εις σε μόνην καυχώμαι, και επί σε θαρρών κατέφυγον.
Υπεραγία Θεοτόκε, σώσον ημάς. Ουκ έστιν αριθμήσασθαι δυνατόν, μεγαλεία τα σα Θεονύμφευτε, και τον βυθόν, τον ανεξερεύνητον εξειπείν, των υπέρ νουν θαυμάτων σου, των τετελεσμένων διηνεκώς, τοις πόθω σε τιμώσι, και πίστει προσκυνούσιν, ως αληθή Θεού λοχεύτριαν.
Δόξα...Εν ύμνοις ευχαρίστοις δοξολογώ, και γεραίρω το άμετρον έλεος, και την πολλήν, δύναμίν σου πασιν ομολογώ• και τας ευεργεσίας σου, ας υπερεκένωσας εις εμέ, κηρύττω, μεγαλύνω, ψυχή τε και καρδία, και λογισμώ και γλώσση πάντοτε.
Καί νύν...Την δέησίν μου δέξαι την πενιχράν, και κλαυθμόν μη παρίδης και δάκρυα, και στεναγμόν, αλλ' αντιλαβού μου ως αγαθή, και τας αιτήσεις πλήρωσον• δύνασαι γαρ πάντα ως πανσθενούς, Δεσπότου Θεού Μήτηρ, ει νεύσεις έτι μόνον, προς την εμήν οικτράν ταπείνωσιν.
Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.
Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.
Μεγαλυνάρια. Άξιόν εστιν ώς αληθώς, μακαρίζειν σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον, καί Μητέρα τού Θεού ημών.
Τήν τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Τήν υψηλοτέραν τών ουρανών, καί καθαρωτέραν λαμπηδόνων ηλιακών, τήν λυτρωσαμένην ημάς εκ τής κατάρας, τήν Δέσποιναν τού κόσμου, ύμνοις τιμήσωμεν.
Από τών πολλών μου αμαρτιών, ασθενεί τό σώμα, ασθενεί μου καί η ψυχή, πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ελπίς απηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καί μήτηρ τού Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σών ικετών, ίνα μεσιτεύσης πρός τόν εκ σού τεχθέντα. Ώ Δέσποινα, τού κόσμου γενού μεσίτρια.
Ψάλλομεν προθύμως σοι τήν ωδήν, νύν τή πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά τού Προδρόμου, καί πάντων τών Αγίων, δυσώπει, Θεοτόκε, τού οικτειρήσαι ημάς.
Άλαλα τά χείλη τών ασεβών, τών μή προσκυνούντων, τήν εικόνα σου τήν σεπτήν, τήν ιστορηθείσαν, υπό τού αποστόλου, Λουκά ιερωτάτου, τήν Οδηγήτριαν.
Πάσαι τών Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς. Τρισάγιον…Κύριε, ελέησον (3). Δόξα... Καί νύν...Πάτερ ημών…Ο Ιερεύς… Αμήν. Απολυτίκιον Ήχος βαρύς. Μετεμορθώθης εν τώ όρει Χριστέ ο Θεός, δείξας τοίς Μαθηταίς σου τήν δόξαν σου, καθώς ηδύναντο, Λάμψον καί ημίν τοίς αμαρτωλοίς, τό φώς σου τό αΐδιον, πρεσβείαις τής Θεοτόκου, φωτοδότα δόξα σοι.
Ο Ιερεύς… Κύριε, ελέησον. (3)… Αμήν. Ο Ιερεύς…Ήχος γ'. Ο ουρανόν τοίς άστροις. Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τώ χωρίω, κηδεύσατέ μου τό σώμα, καί σύ, Υιέ καί Θεέ μου, παράλαβέ μου τό πνεύμα.
Ο γλυκασμός τών Αγγέλων, τών θλιβομένων η χαρά, Χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου καί ρύσαι, τών αιωνίων βασάνων.
Καί σέ μεσίτριαν έχω, πρός τόν φιλάνθρωπον Θεόν, μή μου ελέγξη τάς πράξεις, ενώπιον τών Αγγέλων, παρακαλώ σε, Παρθένε, βοήθησόν μοι εν τάχει.
Χρυσοπλοκώτατε πύργε, καί δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα τού Βασιλέως, ακατανόητον θαύμα, πώς γαλουχείς τόν Δεσπότην;
Ο Ιερεύς. Δι' ευχών τών Αγίων Πατέρων ημών…


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ