PAIDIKIPROSEYXIΚατὰ τὴν Ἀναστάσιμον περίοδον·

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας 
καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, 
προσκυνήσωμεν ἅγιον, Κύριον, 
Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. 
Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν 
καὶ τὴν ἁγίαν σου Ἀνάστασιν 
ὑμνοῦμεν καὶ δοξάζομεν· 
σὺ γὰρ εἶ Θεὸς ἡμῶν, 
ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, 
τὸ ὄνομά σου ὀνομάζομεν. 
Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν 
τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· 
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ 
χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. 
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, 
ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· 

Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, 
θανάτῳ θάνατον ὤλεσεν.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, 
ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

 

Εἰδάλλως, ἡ ἀκόλουθος προσευχή· 

 

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, 
ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς).
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γεννηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Δι᾿εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, 
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πρωϊνὴ Προσευχή
Εἰς τὸ ὄνομα τοῦ Πατρός, 
καὶ τοῦ Ὑιοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, 
ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, 
ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, 
ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, 
καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλίδος, 
καὶ σῶσον, ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Πεντηκοστῆς. Ἦχος πλ. δ΄.
Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, 
ὁ πανσόφους τοὺς ἀλιεῖς ἀναδείξας, 
καταπέμψας αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον, 
καὶ δι᾿ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, 
Φιλάνθρωπε δόξα σοι.
Ἀπολυτίκιον τῶν τριῶν ἱεραρχῶν. Ἦχος α΄.
Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι, δογμάτων θείων πυρσεύσαντας· τοὺς με¬λιῤῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας· Βασίλειον τὸν μέγαν, καὶ τὸν θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τῇ γλῶτταν χρυσοῤῥήμονι· πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθό-ντες ὕμνοις τιμήσωμεν· αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρε-σβεύουσιν.
εἶτα ἡ εὐχή· 
Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ΄ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσι-τον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πά-ντων σου τῶν ἁγίων. Ἀμήν.
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, 
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Πρωϊνὴ Προσευχή

 

Εἰς τὸ ὄνομα τοῦ Πατρός, 
καὶ τοῦ Ὑιοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Κύριε ὁ Θεὸς ἠμῶν, τῆς ἀληθοῦς σοφίας ὁδηγὲ καὶ φρονήσεως χορηγέ, κατάπεμψον ἐφ᾿ ἡμᾶς, τοὺς παῖδάς σου, πνεῦμα σοφίας, εὐσεβείας καὶ φόβου Σου, καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῶν ψυχῶν ἠμῶν, τῷ φωτὶ τῆς σῆς Θεογνωσίας, ὅπως προκόπτωμεν σοφίᾳ καὶ ἀρετῇ, εἰς δόξαν καὶ τιμὴν τοῦ παναγίου Σου ὀνόματος.
Πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἐκ Σοῦ, τοῦ Πατρὸς τῶν Φώτων .
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, 
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Παιδικαὶ Προσευχαί
Πρωινή Προσευχή - Βραδυνή Προσευχή
________________________________________

Παιδικὴ Πρωινὴ Προσευχή

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Θεέ μου σε εὐχαριστῶ, διότι με ἐφύλαξες τὴν περασμένη νύκτα καὶ μὲ ἀξίωσες νὰ δῶ πάλι τὸ φῶς τῆς ἡμέρας. Σ΄ εὐχαριστῶ γιὰ τὰ πολλά Σου δῶρα, ποὺ μᾶς χάρισες, με ἁπλοχεριά. Σ΄ εὐχαριστῶ ἀκόμη, διότι μὲ ἀξίωσες νὰ γεννηθῶ Χριστιανὸς Ὀρθόδοξος, νὰ βαπτισθῶ, νὰ μυρωθῶ καὶ νὰ κοινωνῶ τῶν Ἀχράντων Μυστηρίων.
Καὶ τώρα, Σὲ παρακαλῶ, συγχώρησέ μου ὅλες τὶς ἁμαρτίες, ποὺ ἔπραξα μὲ λόγια ἢ μὲ ἔργα ἢ μὲ σκέψεις. Βοήθησέ με νὰ περάσω τὴν σημερινὴ ἡμέρα μὲ ὑγεία, μὲ χαρά, μὲ πρόοδο, μὲ καλωσύνη καὶ δίχως ἁμαρτία. Διῶξε ἀπὸ κοντά μου τὸν Πονηρὸ καὶ κάθε πειρασμό. Στεῖλέ μου Ἄγγελο φύλακα νὰ μὲ προστατεύει ἀπὸ κακὸ καὶ νὰ μὲ ὁδηγεῖ στὸ καλό.
Φύλαγε, Σὲ παρακαλῶ, τοὺς γονεῖς μου, τὰ ἀδέλφια μου, τοὺς ἱερεῖς μας, τοὺς διδασκάλους, τοὺς κυβερνῆτες καὶ ὅλον τὸν κόσμο καὶ χάρισε σὲ ὅλους τὴν Βασιλεία σου τὴν ἐπουράνιο. 
Δι΄ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
________________________________________

Παιδικὴ Βραδυνὴ Προσευχή

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Χριστέ μου σὲ εὐχαριστοῦμε, ποὺ μᾶς φύλαξες ὅλην τὴν ἡμέρα καὶ φθάσαμε σ᾿ αὐτὴ τὴν βραδυνὴ ὥρα. Φύλαξέ μας νὰ περάσουμε τὴν νύκτα μας καλά.
Ἀξίωσέ μας νὰ ξυπνήσωμε τὸ πρωὶ μὲ ὑγεία καὶ χαρούμενα νὰ σὲ εὐχαριστήσωμε καὶ μὲ ὅλη τὴν καρδία νὰ δοξάσουμε τὸ Πανάγιο Ὄνομά Σου.
Φύλαγε, Σὲ παρακαλῶ, τοὺς γονεῖς μου, τὰ ἀδέλφια μου, τοὺς ἱερεῖς μας, τοὺς διδασκάλους, τοὺς κυβερνῆτες καὶ ὅλον τὸν κόσμο καὶ χάρισε σὲ ὅλους τὴν Βασιλεία σου τὴν ἐπουράνιο.
Δι΄ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
________________________________________


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ