Πρὸ τοῦ Ἀρίστου

Ἐλθόντες εἰς τὴν τράπεζαν λέγομεν•

+ Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γεννηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
(Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα
τοῦ Πατρὸς καὶ τοῦ Ὑιοῦ καὶ τοῦ ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.)
Δόξα Πατρί καὶ Ὑιῷ καὶ ἁγίῳ Πνεύματι•
καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. (Πάτερ ἅγιε εὐλόγησον.)
Χριστὲ ὁ Θεός ἡμῶν, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων Σου, + ὅτι ἅγιος εἶ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετὰ τὸ ἄριστον•

Μετὰ δὲ τὸ γεύσασθαι, ἀνιστάμενοι καὶ τῷ Θεῷ εὐχαριστοῦντες, λέγομεν:

Εὐχαριστοῦμεν σοι, Χριστὲ ὁ Θεός ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν• μή στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας• ἀλλ' ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθέ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Δόξα Σοι ὁ Θεός, Δόξα Σοι ὁ Θεός, Δόξα Σοι ὁ Θεός.
Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ