«Δόξα ἐν Ὑψίστοις Θεῷ»


Κάθισμα
Τί θαυμάζεις, Μαριάμ, τί ἐκθαμβεῖσαι ᾧ ἐν σοί;
Ὅτι ἄχρονον υἱόν χρόνῳ ἐγέννησα, φησί,
τοῦ τικτομένου τήν σύλληψιν μή διδαχθεῖσα.
Ἄνανδρος εἰμι, καί πῶς τέξω υἱόν;
ἄσπορον γονήν τίς ἑώρακεν;
ὅπου Θεός γάρ βούλεται
νικᾶται φύσεως τάξις, ὡς γέγραπται.
Χριστός ἐτέχθη ἐκ τῆς Παρθένου
ἐν Βηθλεέμ τῆς Ἰουδαίας.

 


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ